Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ὁ ποικιλόπτερος ἀμφιβαλὼν
- ὠκυτάτῳ πτερῷ.
- ποτᾶται δὲ γαῖαν εὐάχητόν θ’
- ἁλμυρὸν ἐπὶ πόντον.
- θέλγει δ’ Ἔρως, ᾧ μαινομένᾳ κραδίᾳ
- πτανὸς ἐφορμάσῃ χρυσοφαής,
- φύσιν ὀρεσκόων σκυλάκων πελαγίων θ’
- ὅσα τε γᾶ τρέφει
- τά τ’ ἀέλιος αἰθόμενα δέρκεται,
- ἄνδρας τε· συμπάντων βασιληίδα τιμάν,
- Κύπρι, τῶνδε μόνα κρατύνεις.
- σὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαι
- παῖδ’ ἐπακοῦσαι·
- Λητοῦς δὲ κόρη σ’ Ἄρτεμις αὐδῶ.
- Θησεῦ, τί τάλας τοῖσδε συνήδῃ,
- παῖδ’ οὐχ ὁσίως σὸν ἀποκτείνας,
- ψευδέσι μύθοις ἀλόχου πεισθεὶς
- ἀφανῆ; φανερὰν δ’ ἔσχεθες ἄτην.
- πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτεις
- δέμας αἰσχυνθείς,