Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἀτὰρ τοσοῦτόν γ’ οὐ δυνήσομαί ποτε,
- τὸν σὸν πιθέσθαι παῖδ’ ὅπως ἐστὶν κακός·
- οὐδ’ εἰ γυναικῶν πᾶν κρεμασθείη γένος,
- καὶ τὴν ἐν Ἴδῃ γραμμάτων πλήσειέ τις
- πεύκην, ἐπεί νιν ἐσθλὸν ὄντ’ ἐπίσταμαι.
- αἰαῖ· κέκρανται συμφορὰ νέων κακῶν,
- οὐδ’ ἔστι μοίρας τοῦ χρεών τ’ ἀπαλλαγή.
- μίσει μὲν ἀνδρὸς τοῦ πεπονθότος τάδε
- λόγοισιν ἥσθην τοῖσδε· νῦν δ’ αἰδούμενος
- θεούς τ’ ἐκεῖνόν θ’, οὕνεκ’ ἐστὶν ἐξ ἐμοῦ,
- οὔθ’ ἥδομαι τοῖσδ’ οὔτ’ ἐπάχθομαι κακοῖς.
- πῶς οὖν; κομίζειν, ἢ τί χρὴ τὸν ἄθλιον
- δράσαντας ἡμᾶς σῇ χαρίζεσθαι φρενί;
- φρόντιζ’· ἐμοῖς δὲ χρώμενος βουλεύμασιν
- οὐκ ὠμὸς ἐς σὸν παῖδα δυστυχοῦντ’ ἔσῃ.
- κομίζετ’ αὐτόν, ὡς ἰδὼν ἐν ὄμμασιν
- τὸν τἄμ’ ἀπαρνηθέντα μὴ χρᾶναι λέχη
- λόγοις τ’ ἐλέγξω δαιμόνων τε συμφοραῖς.
- σὺ τὰν θεῶν ἄκαμπτον φρένα καὶ βροτῶν
- ἄγεις, Κύπρι, σὺν δ’