Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. εἰ δ’ ἐς πέτρας φέροιντο μαργῶσαι φρένας,
  2. σιγῇ πελάζων ἄντυγι ξυνείπετο
  3. ἐς τοῦθ’ ἕως ἔσφηλε κἀνεχαίτισεν,
  4. ἁψῖδα πέτρῳ προσβαλὼν ὀχήματος.
  5. σύμφυρτα δ’ ἦν ἅπαντα· σύριγγές τ’ ἄνω
  6. τροχῶν ἐπήδων ἀξόνων τ’ ἐνήλατα.
  7. αὐτὸς δ’ ὁ τλήμων ἡνίαισιν ἐμπλακεὶς
  8. δεσμὸν δυσεξήνυστον ἕλκεται δεθείς,
  9. σποδούμενος μὲν πρὸς πέτραις φίλον κάρα
  10. θραύων τε σάρκας, δεινὰ δ’ ἐξαυδῶν κλύειν·
  11. Στῆτ’, ὦ φάτναισι ταῖς ἐμαῖς τεθραμμέναι,
  12. μή μ’ ἐξαλείψητ’· ὦ πατρὸς τάλαιν’ ἀρά.
  13. τίς ἄνδρ’ ἄριστον βούλεται σῶσαι παρών;
  14. πολλοὶ δὲ βουληθέντες ὑστέρῳ ποδὶ
  15. ἐλειπόμεσθα. χὣ μὲν ἐκ δεσμῶν λυθεὶς
  16. τμητῶν ἱμάντων οὐ κάτοιδ’ ὅτῳ τρόπῳ
  17. πίπτει, βραχὺν δὴ βίοτον ἐμπνέων ἔτι·
  18. ἵπποι δ’ ἔκρυφθεν καὶ τὸ δύστηνον τέρας
  19. ταύρου λεπαίας οὐ κάτοιδ’ ὅποι χθονός.
  20. δοῦλος μὲν οὖν ἔγωγε σῶν δόμων, ἄναξ,