Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- Στῆτ’, ὦ φάτναισι ταῖς ἐμαῖς τεθραμμέναι,
- μή μ’ ἐξαλείψητ’· ὦ πατρὸς τάλαιν’ ἀρά.
- τίς ἄνδρ’ ἄριστον βούλεται σῶσαι παρών;
- πολλοὶ δὲ βουληθέντες ὑστέρῳ ποδὶ
- ἐλειπόμεσθα. χὣ μὲν ἐκ δεσμῶν λυθεὶς
- τμητῶν ἱμάντων οὐ κάτοιδ’ ὅτῳ τρόπῳ
- πίπτει, βραχὺν δὴ βίοτον ἐμπνέων ἔτι·
- ἵπποι δ’ ἔκρυφθεν καὶ τὸ δύστηνον τέρας
- ταύρου λεπαίας οὐ κάτοιδ’ ὅποι χθονός.
- δοῦλος μὲν οὖν ἔγωγε σῶν δόμων, ἄναξ,
- ἀτὰρ τοσοῦτόν γ’ οὐ δυνήσομαί ποτε,
- τὸν σὸν πιθέσθαι παῖδ’ ὅπως ἐστὶν κακός·
- οὐδ’ εἰ γυναικῶν πᾶν κρεμασθείη γένος,
- καὶ τὴν ἐν Ἴδῃ γραμμάτων πλήσειέ τις
- πεύκην, ἐπεί νιν ἐσθλὸν ὄντ’ ἐπίσταμαι.