Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οὔθ’ ἱπποδέσμων οὔτε κολλητῶν ὄχων
  2. μεταστρέφουσαι. κεἰ μὲν ἐς τὰ μαλθακὰ
  3. γαίας ἔχων οἴακας εὐθύνοι δρόμον,
  4. προυφαίνετ’ ἐς τὸ πρόσθεν, ὥστ’ ἀναστρέφειν,
  5. ταῦρος, φόβῳ τέτρωρον ἐκμαίνων ὄχον·
  6. εἰ δ’ ἐς πέτρας φέροιντο μαργῶσαι φρένας,
  7. σιγῇ πελάζων ἄντυγι ξυνείπετο
  8. ἐς τοῦθ’ ἕως ἔσφηλε κἀνεχαίτισεν,
  9. ἁψῖδα πέτρῳ προσβαλὼν ὀχήματος.
  10. σύμφυρτα δ’ ἦν ἅπαντα· σύριγγές τ’ ἄνω
  11. τροχῶν ἐπήδων ἀξόνων τ’ ἐνήλατα.
  12. αὐτὸς δ’ ὁ τλήμων ἡνίαισιν ἐμπλακεὶς
  13. δεσμὸν δυσεξήνυστον ἕλκεται δεθείς,
  14. σποδούμενος μὲν πρὸς πέτραις φίλον κάρα
  15. θραύων τε σάρκας, δεινὰ δ’ ἐξαυδῶν κλύειν·