Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. αἰαῖ· κέκρανται συμφορὰ νέων κακῶν,
  2. οὐδ’ ἔστι μοίρας τοῦ χρεών τ’ ἀπαλλαγή.
Θησεύς
  1. μίσει μὲν ἀνδρὸς τοῦ πεπονθότος τάδε
  2. λόγοισιν ἥσθην τοῖσδε· νῦν δ’ αἰδούμενος
  3. θεούς τ’ ἐκεῖνόν θ’, οὕνεκ’ ἐστὶν ἐξ ἐμοῦ,
  4. οὔθ’ ἥδομαι τοῖσδ’ οὔτ’ ἐπάχθομαι κακοῖς.
Ἄγγελος
  1. πῶς οὖν; κομίζειν, ἢ τί χρὴ τὸν ἄθλιον
  2. δράσαντας ἡμᾶς σῇ χαρίζεσθαι φρενί;
  3. φρόντιζ’· ἐμοῖς δὲ χρώμενος βουλεύμασιν
  4. οὐκ ὠμὸς ἐς σὸν παῖδα δυστυχοῦντ’ ἔσῃ.
Θησεύς
  1. κομίζετ’ αὐτόν, ὡς ἰδὼν ἐν ὄμμασιν
  2. τὸν τἄμ’ ἀπαρνηθέντα μὴ χρᾶναι λέχη
  3. λόγοις τ’ ἐλέγξω δαιμόνων τε συμφοραῖς.
Χορός
  1. σὺ τὰν θεῶν ἄκαμπτον φρένα καὶ βροτῶν
  2. ἄγεις, Κύπρι, σὺν δ’