Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. κἄπειτ’ ἀνοιδῆσάν τε καὶ πέριξ ἀφρὸν
  2. πολὺν καχλάζον ποντίῳ φυσήματι
  3. χωρεῖ πρὸς ἀκτὰς οὗ τέθριππος ἦν ὄχος.
  4. αὐτῷ δὲ σὺν κλύδωνι καὶ τρικυμίᾳ
  5. κῦμ’ ἐξέθηκε ταῦρον, ἄγριον τέρας·
  6. οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη
  7. φρικῶδες ἀντεφθέγγετ’, εἰσορῶσι δὲ
  8. κρεῖσσον θέαμα δεργμάτων ἐφαίνετο.
  9. εὐθὺς δὲ πώλοις δεινὸς ἐμπίπτει φόβος·
  10. καὶ δεσπότης μὲν ἱππικοῖσιν ἤθεσιν
  11. πολὺς ξυνοικῶν ἥρπασ’ ἡνίας χεροῖν,
  12. ἕλκει δὲ κώπην ὥστε ναυβάτης ἀνὴρ
  13. ἱμᾶσιν ἐς τοὔπισθεν ἀρτήσας δέμας·
  14. αἳ δ’ ἐνδακοῦσαι στόμια πυριγενῆ γναθμοῖς
  15. βίᾳ φέρουσιν, οὔτε ναυκλήρου χερὸς
  16. οὔθ’ ἱπποδέσμων οὔτε κολλητῶν ὄχων
  17. μεταστρέφουσαι. κεἰ μὲν ἐς τὰ μαλθακὰ
  18. γαίας ἔχων οἴακας εὐθύνοι δρόμον,
  19. προυφαίνετ’ ἐς τὸ πρόσθεν, ὥστ’ ἀναστρέφειν,
  20. ταῦρος, φόβῳ τέτρωρον ἐκμαίνων ὄχον·