Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ πρῶτα μὲν θεοῖς εἶπ’ ἀναπτύξας χέρας·
  2. Ζεῦ, μηκέτ’ εἴην, εἰ κακὸς πέφυκ’ ἀνήρ·
  3. αἴσθοιτο δ’ ἡμᾶς ὡς ἀτιμάζει πατὴρ
  4. ἤτοι θανόντας ἢ φάος δεδορκότας.
  5. κἀν τῷδ’ ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼν
  6. πώλοις ὁμαρτῇ· πρόσπολοι δ’ ὑφ’ ἅρματος
  7. πέλας χαλινῶν εἱπόμεσθα δεσπότῃ
  8. τὴν εὐθὺς Ἄργους κἀπιδαυρίας ὁδόν.
  9. ἐπεὶ δ’ ἔρημον χῶρον εἰσεβάλλομεν,
  10. ἀκτή τις ἔστι τοὐπέκεινα τῆσδε γῆς
  11. πρὸς πόντον ἤδη κειμένη Σαρωνικόν.
  12. ἔνθεν τις ἠχὼ χθόνιος ὡς βροντὴ Διὸς
  13. βαρὺν βρόμον μεθῆκε, φρικώδη κλύειν·
  14. ὀρθὸν δὲ κρᾶτ’ ἔστησαν οὖς τ’ ἐς οὐρανὸν
  15. ἵπποι· παρ’ ἡμῖν δ’ ἦν φόβος νεανικὸς
  16. πόθεν ποτ’ εἴη φθόγγος. ἐς δ’ ἁλιρρόθους
  17. ἀκτὰς ἀποβλέψαντες ἱερὸν εἴδομεν
  18. κῦμ’ οὐρανῷ στηρίζον, ὥστ’ ἀφῃρέθη
  19. Σκίρωνος ἀκτὰς ὄμμα τοὐμὸν εἰσορᾶν·
  20. ἔκρυπτε δ’ Ἰσθμὸν καὶ πέτραν Ἀσκληπιοῦ.