Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ὀρθὸν δὲ κρᾶτ’ ἔστησαν οὖς τ’ ἐς οὐρανὸν
- ἵπποι· παρ’ ἡμῖν δ’ ἦν φόβος νεανικὸς
- πόθεν ποτ’ εἴη φθόγγος. ἐς δ’ ἁλιρρόθους
- ἀκτὰς ἀποβλέψαντες ἱερὸν εἴδομεν
- κῦμ’ οὐρανῷ στηρίζον, ὥστ’ ἀφῃρέθη
- Σκίρωνος ἀκτὰς ὄμμα τοὐμὸν εἰσορᾶν·
- ἔκρυπτε δ’ Ἰσθμὸν καὶ πέτραν Ἀσκληπιοῦ.
- κἄπειτ’ ἀνοιδῆσάν τε καὶ πέριξ ἀφρὸν
- πολὺν καχλάζον ποντίῳ φυσήματι
- χωρεῖ πρὸς ἀκτὰς οὗ τέθριππος ἦν ὄχος.
- αὐτῷ δὲ σὺν κλύδωνι καὶ τρικυμίᾳ
- κῦμ’ ἐξέθηκε ταῦρον, ἄγριον τέρας·
- οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη
- φρικῶδες ἀντεφθέγγετ’, εἰσορῶσι δὲ
- κρεῖσσον θέαμα δεργμάτων ἐφαίνετο.
- εὐθὺς δὲ πώλοις δεινὸς ἐμπίπτει φόβος·
- καὶ δεσπότης μὲν ἱππικοῖσιν ἤθεσιν
- πολὺς ξυνοικῶν ἥρπασ’ ἡνίας χεροῖν,
- ἕλκει δὲ κώπην ὥστε ναυβάτης ἀνὴρ