Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. δμῶες· πόλις γὰρ οὐκέτ’ ἔστιν ἥδε μοι.
  2. τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο,
  3. καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμένας
  4. πώλους παρ’ αὐτὸν δεσπότην ἐστήσαμεν.
  5. μάρπτει δὲ χερσὶν ἡνίας ἀπ’ ἄντυγος,
  6. αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα.
  7. καὶ πρῶτα μὲν θεοῖς εἶπ’ ἀναπτύξας χέρας·
  8. Ζεῦ, μηκέτ’ εἴην, εἰ κακὸς πέφυκ’ ἀνήρ·
  9. αἴσθοιτο δ’ ἡμᾶς ὡς ἀτιμάζει πατὴρ
  10. ἤτοι θανόντας ἢ φάος δεδορκότας.
  11. κἀν τῷδ’ ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼν
  12. πώλοις ὁμαρτῇ· πρόσπολοι δ’ ὑφ’ ἅρματος
  13. πέλας χαλινῶν εἱπόμεσθα δεσπότῃ
  14. τὴν εὐθὺς Ἄργους κἀπιδαυρίας ὁδόν.
  15. ἐπεὶ δ’ ἔρημον χῶρον εἰσεβάλλομεν,
  16. ἀκτή τις ἔστι τοὐπέκεινα τῆσδε γῆς
  17. πρὸς πόντον ἤδη κειμένη Σαρωνικόν.
  18. ἔνθεν τις ἠχὼ χθόνιος ὡς βροντὴ Διὸς
  19. βαρὺν βρόμον μεθῆκε, φρικώδη κλύειν·