Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ὀρθῶς, ἀκούσας τῶν ἐμῶν κατευγμάτων.
- πῶς καὶ διώλετ’; εἰπέ· τῷ τρόπῳ Δίκης
- ἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντ’ ἐμέ;
- ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλας
- ψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχας
- κλαίοντες· ἦλθε γάρ τις ἄγγελος λέγων
- ὡς οὐκέτ’ ἐν γῇ τῇδ’ ἀναστρέψοι πόδα
- Ἱππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων.
- ὃ δ’ ἦλθε ταὐτὸν δακρύων ἔχων μέλος
- ἡμῖν ἐπ’ ἀκτάς· μυρία δ’ ὀπισθόπους
- φίλων ἅμ’ ἔστειχ’ ἡλίκων θ’ ὁμήγυρις.
- χρόνῳ δὲ δήποτ’ εἶπ’ ἀπαλλαχθεὶς γόων·
- Τί ταῦτ’ ἀλύω; πειστέον πατρὸς λόγοις.
- ἐντύναθ’ ἵππους ἅρμασι ζυγηφόρους,
- δμῶες· πόλις γὰρ οὐκέτ’ ἔστιν ἥδε μοι.
- τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο,
- καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμένας
- πώλους παρ’ αὐτὸν δεσπότην ἐστήσαμεν.
- μάρπτει δὲ χερσὶν ἡνίας ἀπ’ ἄντυγος,
- αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα.