Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- πέμπετε τῶνδ’ ἀπ’ οἴκων;
- — καὶ μὴν ὀπαδὸν Ἱππολύτου τόνδ’ εἰσορῶ
- σπουδῇ σκυθρωπὸν πρὸς δόμους ὁρμώμενον.
- ποῖ γῆς ἄνακτα τῆσδε Θησέα μολὼν
- εὕροιμ’ ἄν, ὦ γυναῖκες; εἴπερ ἴστε μοι
- σημήνατ’· ἆρα τῶνδε δωμάτων ἔσω;
- ὅδ’ αὐτὸς ἔξω δωμάτων πορεύεται.
- Θησεῦ, μερίμνης ἄξιον φέρω λόγον
- σοὶ καὶ πολίταις οἵ τ’ Ἀθηναίων πόλιν
- ναίουσι καὶ γῆς τέρμονας Τροζηνίας.
- τί δ’ ἔστι; μῶν τις συμφορὰ νεωτέρα
- δισσὰς κατείληφ’ ἀστυγείτονας πόλεις;
- Ἱππόλυτος οὐκέτ’ ἔστιν, ὡς εἰπεῖν ἔπος·
- δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς.
- πρὸς τοῦ; δι’ ἔχθρας μῶν τις ἦν ἀφιγμένος,
- ὅτου κατῄσχυν’ ἄλοχον ὡς πατρὸς βίᾳ;
- οἰκεῖος αὐτὸν ὤλεσ’ ἁρμάτων ὄχος
- ἀραί τε τοῦ σοῦ στόματος, ἃς σὺ σῷ πατρὶ
- πόντου κρέοντι παιδὸς ἠράσω πέρι.
- ὦ θεοὶ Πόσειδόν θ’, ὡς ἄρ’ ἦσθ’ ἐμὸς πατὴρ