Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνον
  2. δέξῃ καθ’ ἡμῶν, ἀλλά μ’ ἐξελᾷς χθονός;
Θησεύς
  1. πέραν γε πόντου καὶ τόπων Ἀτλαντικῶν,
  2. εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.
Ἱππόλυτος
  1. οὐδ’ ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων
  2. φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;
Θησεύς
  1. ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη
  2. κατηγορεῖ σου πιστά· τοὺς δ’ ὑπὲρ κάρα
  3. φοιτῶντας ὄρνις πόλλ’ ἐγὼ χαίρειν λέγω.
Ἱππόλυτος
  1. ὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα,
  2. ὅστις γ’ ὑφ’ ὑμῶν, οὓς σέβω, διόλλυμαι;
  3. οὐ δῆτα· πάντως οὐ πίθοιμ’ ἂν οὕς με δεῖ,
  4. μάτην δ’ ἂν ὅρκους συγχέαιμ’ οὓς ὤμοσα.
Θησεύς
  1. οἴμοι, τὸ σεμνὸν ὥς μ’ ἀποκτενεῖ τὸ σόν.
  2. οὐκ εἶ πατρῴας ἐκτὸς ὡς τάχιστα γῆς;