Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφήν,
  2. ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.
Θησεύς
  1. ἆρ’ οὐκ ἐπῳδὸς καὶ γόης πέφυχ’ ὅδε,
  2. ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίᾳ
  3. ψυχὴν κρατήσειν, τὸν τεκόντ’ ἀτιμάσας;
Ἱππόλυτος
  1. καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ·
  2. εἰ γὰρ σὺ μὲν παῖς ἦσθ’, ἐγὼ δὲ σὸς πατήρ,
  3. ἔκτεινά τοί σ’ ἂν κοὐ φυγαῖς ἐζημίουν,
  4. εἴπερ γυναικὸς ἠξίουν σ’ ἐμῆς θιγεῖν.
Θησεύς
  1. ὡς ἄξιον τόδ’ εἶπας· οὐχ οὕτω θανῇ.
  2. ταχὺς γὰρ Ἅιδης ῥᾷστος ἀνδρὶ δυστυχεῖ·
  3. ἀλλ’ ἐκ πατρῴας φυγὰς ἀλητεύων χθονὸς
  4. ὥσπερ σὺ σαυτῷ τόνδε προύθηκας νόμον —
  5. ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσεις βίον·
  6. μισθὸς γὰρ οὗτός ἐστιν ἀνδρὶ δυσσεβεῖ.