Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ποῖ δῆθ’ ὁ τλήμων τρέψομαι; τίνος ξένων
- δόμους ἔσειμι, τῇδ’ ἐπ’ αἰτίᾳ φυγών;
- ὅστις γυναικῶν λυμεῶνας ἥδεται
- ξένους κομίζων καὶ ξυνοικούρους κακῶν.
- αἰαῖ, πρὸς ἧπαρ· δακρύων τ’ ἐγγὺς τόδε,
- εἰ δὴ κακός γε φαίνομαι, δοκῶ τέ σοι.
- τότε στενάζειν καὶ προγιγνώσκειν σ’ ἐχρῆν
- ὅτ’ ἐς πατρῴαν ἄλοχον ὑβρίζειν ἔτλης.
- ὦ δώματ’, εἴθε φθέγμα γηρύσαισθέ μοι
- καὶ μαρτυρήσαιτ’ εἰ κακὸς πέφυκ’ ἀνήρ.
- ἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς·
- τὸ δ’ ἔργον οὐ λέγον σε μηνύει κακόν.
- φεῦ·
- εἴθ’ ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίον
- στάνθ’, ὡς ἐδάκρυσ’ οἷα πάσχομεν κακά.