Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ·
- εἰ γὰρ σὺ μὲν παῖς ἦσθ’, ἐγὼ δὲ σὸς πατήρ,
- ἔκτεινά τοί σ’ ἂν κοὐ φυγαῖς ἐζημίουν,
- εἴπερ γυναικὸς ἠξίουν σ’ ἐμῆς θιγεῖν.
- ὡς ἄξιον τόδ’ εἶπας· οὐχ οὕτω θανῇ.
- ταχὺς γὰρ Ἅιδης ῥᾷστος ἀνδρὶ δυστυχεῖ·
- ἀλλ’ ἐκ πατρῴας φυγὰς ἀλητεύων χθονὸς
- ὥσπερ σὺ σαυτῷ τόνδε προύθηκας νόμον —
- ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσεις βίον·
- μισθὸς γὰρ οὗτός ἐστιν ἀνδρὶ δυσσεβεῖ.
- οἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνον
- δέξῃ καθ’ ἡμῶν, ἀλλά μ’ ἐξελᾷς χθονός;
- πέραν γε πόντου καὶ τόπων Ἀτλαντικῶν,
- εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.
- οὐδ’ ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων
- φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;
- ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη
- κατηγορεῖ σου πιστά· τοὺς δ’ ὑπὲρ κάρα
- φοιτῶντας ὄρνις πόλλ’ ἐγὼ χαίρειν λέγω.
- ὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα,