Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ’ ἄλλ’ ἔχεις·
- εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ’ ἐγώ,
- καὶ τῆσδ’ ὁρώσης φέγγος ἠγωνιζόμην,
- ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών·
- νῦν δ’ ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς
- ὄμνυμι τῶν σῶν μήποθ’ ἅψασθαι γάμων
- μηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν.
- ἦ τἄρ’ ὀλοίμην ἀκλεὴς ἀνώνυμος,
- ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα,
- καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μου
- σάρκας θανόντος, εἰ κακὸς πέφυκ’ ἀνήρ.
- εἰ δ’ ἥδε δειμαίνουσ’ ἀπώλεσεν βίον
- οὐκ οἶδ’· ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν.
- ἐσωφρόνησεν οὐκ ἔχουσα σωφρονεῖν,
- ἡμεῖς δ’ ἔχοντες οὐ καλῶς ἐχρώμεθα.
- ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφήν,
- ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν.
- ἆρ’ οὐκ ἐπῳδὸς καὶ γόης πέφυχ’ ὅδε,
- ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίᾳ
- ψυχὴν κρατήσειν, τὸν τεκόντ’ ἀτιμάσας;