Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὅστις γ’ ὑφ’ ὑμῶν, οὓς σέβω, διόλλυμαι;
  2. οὐ δῆτα· πάντως οὐ πίθοιμ’ ἂν οὕς με δεῖ,
  3. μάτην δ’ ἂν ὅρκους συγχέαιμ’ οὓς ὤμοσα.
Θησεύς
  1. οἴμοι, τὸ σεμνὸν ὥς μ’ ἀποκτενεῖ τὸ σόν.
  2. οὐκ εἶ πατρῴας ἐκτὸς ὡς τάχιστα γῆς;
Ἱππόλυτος
  1. ποῖ δῆθ’ ὁ τλήμων τρέψομαι; τίνος ξένων
  2. δόμους ἔσειμι, τῇδ’ ἐπ’ αἰτίᾳ φυγών;
Θησεύς
  1. ὅστις γυναικῶν λυμεῶνας ἥδεται
  2. ξένους κομίζων καὶ ξυνοικούρους κακῶν.
Ἱππόλυτος
  1. αἰαῖ, πρὸς ἧπαρ· δακρύων τ’ ἐγγὺς τόδε,
  2. εἰ δὴ κακός γε φαίνομαι, δοκῶ τέ σοι.
Θησεύς
  1. τότε στενάζειν καὶ προγιγνώσκειν σ’ ἐχρῆν
  2. ὅτ’ ἐς πατρῴαν ἄλοχον ὑβρίζειν ἔτλης.
Ἱππόλυτος
  1. ὦ δώματ’, εἴθε φθέγμα γηρύσαισθέ μοι
  2. καὶ μαρτυρήσαιτ’ εἰ κακὸς πέφυκ’ ἀνήρ.
Θησεύς
  1. ἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς·
  2. τὸ δ’ ἔργον οὐ λέγον σε μηνύει κακόν.
Ἱππόλυτος
  1. φεῦ·
  2. εἴθ’ ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίον
  3. στάνθ’, ὡς ἐδάκρυσ’ οἷα πάσχομεν κακά.