Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλ’ αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις.
  2. ἑνὸς δ’ ἄθικτος, ᾧ με νῦν ἑλεῖν δοκεῖς·
  3. λέχους γὰρ ἐς τόδ’ ἡμέρας ἁγνὸν δέμας·
  4. οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγῳ κλύων
  5. γραφῇ τε λεύσσων· οὐδὲ ταῦτα γὰρ σκοπεῖν
  6. πρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων.
  7. καὶ δὴ τὸ σῶφρον τοὐμὸν οὐ πείθει σ’· ἴτω·
  8. δεῖ δή σε δεῖξαι τῷ τρόπῳ διεφθάρην.
  9. πότερα τὸ τῆσδε σῶμ’ ἐκαλλιστεύετο
  10. πασῶν γυναικῶν; ἢ σὸν οἰκήσειν δόμον
  11. ἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα;
  12. μάταιος ἆρ’ ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν.
  13. ἀλλ’ ὡς τυραννεῖν ἡδύ; τοῖσι σώφροσιν
  14. ἥκιστά γ’, εἰ μὴ τὰς φρένας διέφθορεν
  15. θνητῶν ὅσοισιν ἁνδάνει μοναρχία.
  16. ἐγὼ δ’ ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺς
  17. πρῶτος θέλοιμ’ ἄν, ἐν πόλει δὲ δεύτερος
  18. σὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις.
  19. πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τ’ ἀπὼν
  20. κρείσσω δίδωσι τῆς τυραννίδος χάριν.