Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἀκούσεται ’μοί γʼ ἐσθλὰ χρηστὸς ὢν ἀνήρ.
- κείνου δʼ ἀπαλλαχθέντος οὐκ ἐχρῆν μʼ ἄρα
- μισούμενον πρὸς τῶνδε καὶ ξυνειδότα
- ἔχθραν πατρῴαν, πάντα κινῆσαι πέτρον,
- κτείνοντα κἀκβάλλοντα καὶ τεχνώμενον;
- τοιαῦτα δρῶντι τἄμʼ ἐγίγνετʼ ἀσφαλῆ.
- οὔκουν σύ γʼ ἀναλαβοῦσα τὰς ἐμὰς τύχας
- ἐχθροῦ λέοντος δυσγενῆ βλαστήματα
- ἤλαυνες ἂν κακοῖσιν, ἀλλὰ σωφρόνως
- εἴασας οἰκεῖν Ἄργος; οὔτινʼ ἂν πίθοις.
- νῦν οὖν ἐπειδή μʼ οὐ διώλεσαν τότε
- πρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοις
- οὐχ ἁγνός εἰμι τῷ κτανόντι κατθανών·