Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδʼ ἠράμην·
  2. ᾔδη γε σοὶ μὲν αὐτανέψιος γεγώς,
  3. τῷ σῷ δὲ παιδὶ συγγενὴς Ἡρακλέει.
  4. ἀλλʼ εἴτʼ ἔχρῃζον εἴτε μή — θεὸς γὰρ ἦν —
  5. Ἥρα με κάμνειν τήνδʼ ἔθηκε τὴν νόσον.
  6. ἐπεὶ δʼ ἐκείνῳ δυσμένειαν ἠράμην
  7. κἄγνων ἀγῶνα τόνδʼ ἀγωνιούμενος,
  8. πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμην
  9. καὶ πόλλʼ ἔτικτον νυκτὶ συνθακῶν ἀεί,
  10. ὅπως διώσας καὶ κατακτείνας ἐμοὺς
  11. ἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβῳ,
  12. εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλʼ ἐτητύμως
  13. ἄνδρʼ ὄντα τὸν σὸν παῖδα· καὶ γὰρ ἐχθρὸς ὢν