Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- πόλις τʼ ἀφῆκε σωφρονοῦσα, τὸν θεὸν
- μεῖζον τίουσα τῆς ἐμῆς ἔχθρας πολύ.
- προσεῖπας, ἀντήκουσας· ἐντεῦθεν δὲ χρὴ
- τὸν προστρόπαιον τόν τε γενναῖον καλεῖν.
- οὕτω γε μέντοι τἄμ’ ἔχεις· θανεῖν μὲν οὐ
- χρῄζω, λιπὼν δʼ ἂν οὐδὲν ἀχθοίμην βίον.
- ---
- ---
- ---
- παραινέσαι σοι σμικρόν, Ἀλκμήνη, θέλω,
- τὸν ἄνδρʼ ἀφεῖναι τόνδʼ, ἐπεὶ δοκεῖ πόλει.
- τί δʼ, ἢν θάνῃ τε καὶ πόλει πιθώμεθα;
- τὰ λῷστ’ ἂν εἴη· πῶς τάδʼ οὖν γενήσεται;