Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλʼ οὔτι τοῖς σοῖς δεσπόταις τάδʼ ἀρκέσει,
  2. οἳ σοῦ κρατοῦντες ἐνθάδʼ εὑρίσκουσί σε.
Χορός
  1. εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε,
  2. καὶ μὴ βιαίῳ χερὶ δαιμόνων
  3. ἀπολείπειν σʼ ἕδη·
  4. πότνια γὰρ Δίκα τάδʼ οὐ πείσεται.
Κῆρυξ
  1. ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως,
  2. κοὐδὲν βιαίῳ τῇδε χρήσομαι χερί.
Χορός
  1. ἄθεον ἱκεσίαν
  2. μεθεῖναι πόλει ξένων προστροπάν.
Κῆρυξ
  1. καλὸν δέ γʼ ἔξω πραγμάτων ἔχειν πόδα,
  2. εὐβουλίας τυχόντα τῆς ἀμείνονος.
  3. ---
Χορός
  1. οὐκοῦν τυράννῳ τῆσδε γῆς φράσαντά σε
  2. χρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίᾳ ξένους
  3. θεῶν ἀφέλκειν, γῆν σέβοντʼ ἐλευθέραν.
Κῆρυξ
  1. τίς δʼ ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ;
Χορός
  1. ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως.
Κῆρυξ
  1. πρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγου
  2. μάλιστʼ ἂν εἴη· τἄλλα δʼ εἴρηται μάτην.