Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ μὴν ὅδʼ αὐτὸς ἔρχεται σπουδὴν ἔχων
  2. Ἀκάμας τʼ ἀδελφός, τῶνδʼ ἐπήκοοι λόγων.
Δημοφῶν
  1. ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους
  2. βοηδρομήσας τήνδʼ ἐπʼ ἐσχάραν Διός,
  3. λέξον, τίς ὄχλον τόνδʼ ἀθροίζεται τύχη;
Χορός
  1. ἱκέται κάθηνται παῖδες οἵδʼ Ἡρακλέους
  2. βωμὸν καταστέψαντες, ὡς ὁρᾷς, ἄναξ,
  3. πατρός τε πιστὸς Ἰόλεως παραστάτης.
Δημοφῶν
  1. τί δῆτʼ ἰυγμῶν ἥδʼ ἐδεῖτο συμφορά;
Χορός
  1. βίᾳ νιν οὗτος τῆσδʼ ἀπʼ ἐσχάρας ἄγειν
  2. ζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυ
  3. γέροντος, ὥστε μʼ ἐκβαλεῖν οἴκτῳ δάκρυ.
Δημοφῶν
  1. καὶ μὴν στολήν γʼ Ἕλληνα καὶ ῥυθμὸν πέπλων
  2. ἔχει, τὰ δʼ ἔργα βαρβάρου χερὸς τάδε.
  3. σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειν τ’, ἐμοὶ
  4. ποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών;
Κῆρυξ
  1. Ἀργεῖός εἰμι· τοῦτο γὰρ θέλεις μαθεῖν·
  2. ἐφʼ οἷσι δʼ ἥκω καὶ παρʼ οὗ λέγειν θέλω.
  3. πέμπει Μυκηνῶν δεῦρό μʼ Εὐρυσθεὺς ἄναξ
  4. ἄξοντα τούσδε· πολλὰ δʼ ἦλθον, ὦ ξένε,