Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων.
- σὺ δʼ ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν
- ξύνοικον ἦλθες λαόν; ἢ πέρα-
- θεν ἁλίῳ πλάτᾳ
- κατέχετʼ ἐκλιπόντες Εὐβοῖδʼ ἀκτάν;
- οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον,
- ἀλλʼ ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα.
- ὄνομα τί σε, γέρον,
- Μυκηναῖος ὠνόμαζεν λεώς;
- τὸν Ἡράκλειον ἴστε που παραστάτην
- Ἰόλαον· οὐ γὰρ σῶμʼ ἀκήρυκτον τόδε.
- οἶδʼ εἰσακούσας καὶ πρίν· ἀλλὰ τοῦ ποτὲ
- ἐν χερὶ σᾷ κομίζεις κόρους
- νεοτρεφεῖς; φράσον.
- Ἡρακλέους οἵδʼ εἰσὶ παῖδες, ὦ ξένοι,
- ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι.
- τί χρέος; ἢ λόγων πόλεος, ἔνεπέ μοι,
- μελόμενοι τυχεῖν;
- μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν
- τῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν.