Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- οὐκ οὖν ἔτʼ ἐστὶν ἐν καλῷ δοῦναι δίκην;
- οὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι.
- ἔγωγε· καίτοι φημὶ κἄμʼ εἶναί τινα.
- πολλὴν ἄρʼ ἕξεις μέμψιν, εἰ δράσεις τόδε.
- φιλῶ πόλιν τήνδʼ· οὐδὲν ἀντιλεκτέον.
- τοῦτον δʼ, ἐπείπερ χεῖρας ἦλθεν εἰς ἐμάς,
- οὐκ ἔστι θνητῶν ὅστις ἐξαιρήσεται.
- πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέλῃ
- καὶ τὴν φρονοῦσαν μεῖζον ἢ γυναῖκα χρὴ
- λέξει· τὸ δʼ ἔργον τοῦτʼ ἐμοὶ πεπράξεται.
- δεινόν τι καὶ συγγνωστόν, ὦ γύναι, σʼ ἔχει
- νεῖκος πρὸς ἄνδρα τόνδε, γιγνώσκω καλῶς.
- γύναι, σάφʼ ἴσθι μή με θωπεύσοντά σε,
- μηδʼ ἄλλο μηδὲν τῆς ἐμῆς ψυχῆς πέρι
- λέξονθʼ ὅθεν χρὴ δειλίαν ὀφλεῖν τινα.
- ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδʼ ἠράμην·
- ᾔδη γε σοὶ μὲν αὐτανέψιος γεγώς,
- τῷ σῷ δὲ παιδὶ συγγενὴς Ἡρακλέει.
- ἀλλʼ εἴτʼ ἔχρῃζον εἴτε μή — θεὸς γὰρ ἦν —
- Ἥρα με κάμνειν τήνδʼ ἔθηκε τὴν νόσον.