Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐπεὶ δʼ ἐκείνῳ δυσμένειαν ἠράμην
  2. κἄγνων ἀγῶνα τόνδʼ ἀγωνιούμενος,
  3. πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμην
  4. καὶ πόλλʼ ἔτικτον νυκτὶ συνθακῶν ἀεί,
  5. ὅπως διώσας καὶ κατακτείνας ἐμοὺς
  6. ἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβῳ,
  7. εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλʼ ἐτητύμως
  8. ἄνδρʼ ὄντα τὸν σὸν παῖδα· καὶ γὰρ ἐχθρὸς ὢν
  9. ἀκούσεται ’μοί γʼ ἐσθλὰ χρηστὸς ὢν ἀνήρ.
  10. κείνου δʼ ἀπαλλαχθέντος οὐκ ἐχρῆν μʼ ἄρα
  11. μισούμενον πρὸς τῶνδε καὶ ξυνειδότα
  12. ἔχθραν πατρῴαν, πάντα κινῆσαι πέτρον,
  13. κτείνοντα κἀκβάλλοντα καὶ τεχνώμενον;
  14. τοιαῦτα δρῶντι τἄμʼ ἐγίγνετʼ ἀσφαλῆ.
  15. οὔκουν σύ γʼ ἀναλαβοῦσα τὰς ἐμὰς τύχας
  16. ἐχθροῦ λέοντος δυσγενῆ βλαστήματα
  17. ἤλαυνες ἂν κακοῖσιν, ἀλλὰ σωφρόνως
  18. εἴασας οἰκεῖν Ἄργος; οὔτινʼ ἂν πίθοις.
  19. νῦν οὖν ἐπειδή μʼ οὐ διώλεσαν τότε
  20. πρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοις