Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἔπεμπες. ἄλλα δʼ οἷ’ ἐμηχανῶ κακὰ
- σιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι.
- κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον,
- ἀλλʼ ἐξ ἁπάσης κἀμὲ καὶ τέκνʼ Ἑλλάδος
- ἤλαυνες ἱκέτας δαιμόνων καθημένους,
- τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι.
- ἀλλʼ ηὗρες ἄνδρας καὶ πόλισμʼ ἐλεύθερον,
- οἵ σʼ οὐκ ἔδεισαν. δεῖ σε κατθανεῖν κακῶς,
- καὶ κερδανεῖς ἅπαντα· χρῆν γὰρ οὐχ ἅπαξ
- θνῄσκειν σὲ πολλὰ πήματʼ ἐξειργασμένον.
- οὐκ ἔστʼ ἀνυστὸν τόνδε σοι κατακτανεῖν.
- ἄλλως ἄρʼ αὐτὸν αἰχμάλωτον εἵλομεν;
- εἴργει δὲ δὴ τίς τόνδε μὴ θνῄσκειν νόμος;
- τοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ.
- τί δὴ τόδʼ; ἐχθροὺς τοισίδʼ οὐ καλὸν κτανεῖν;
- οὐχ ὅντινʼ ἄν γε ζῶνθʼ ἕλωσιν ἐν μάχῃ.
- καὶ ταῦτα δόξανθʼ Ὕλλος ἐξηνέσχετο;
- χρῆν δʼ αὐτόν, οἶμαι, τῇδʼ ἀπιστῆσαι χθονί;
- χρῆν τόνδε μὴ ζῆν μηδʼ ὁρᾶν φάος ἔτι.
- τότʼ ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε.