Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν
  2. τῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν.
Κῆρυξ
  1. ἀλλʼ οὔτι τοῖς σοῖς δεσπόταις τάδʼ ἀρκέσει,
  2. οἳ σοῦ κρατοῦντες ἐνθάδʼ εὑρίσκουσί σε.
Χορός
  1. εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε,
  2. καὶ μὴ βιαίῳ χερὶ δαιμόνων
  3. ἀπολείπειν σʼ ἕδη·
  4. πότνια γὰρ Δίκα τάδʼ οὐ πείσεται.
Κῆρυξ
  1. ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως,
  2. κοὐδὲν βιαίῳ τῇδε χρήσομαι χερί.
Χορός
  1. ἄθεον ἱκεσίαν
  2. μεθεῖναι πόλει ξένων προστροπάν.
Κῆρυξ
  1. καλὸν δέ γʼ ἔξω πραγμάτων ἔχειν πόδα,