Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- εὐβουλίας τυχόντα τῆς ἀμείνονος.
- ---
- οὐκοῦν τυράννῳ τῆσδε γῆς φράσαντά σε
- χρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίᾳ ξένους
- θεῶν ἀφέλκειν, γῆν σέβοντʼ ἐλευθέραν.
- τίς δʼ ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ;
- ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως.
- πρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγου
- μάλιστʼ ἂν εἴη· τἄλλα δʼ εἴρηται μάτην.
- καὶ μὴν ὅδʼ αὐτὸς ἔρχεται σπουδὴν ἔχων
- Ἀκάμας τʼ ἀδελφός, τῶνδʼ ἐπήκοοι λόγων.
- ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους
- βοηδρομήσας τήνδʼ ἐπʼ ἐσχάραν Διός,