Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον,
  2. ἀλλʼ ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα.
Χορός
  1. ὄνομα τί σε, γέρον,
  2. Μυκηναῖος ὠνόμαζεν λεώς;
Ἰόλαος
  1. τὸν Ἡράκλειον ἴστε που παραστάτην
  2. Ἰόλαον· οὐ γὰρ σῶμʼ ἀκήρυκτον τόδε.
Χορός
  1. οἶδʼ εἰσακούσας καὶ πρίν· ἀλλὰ τοῦ ποτὲ
  2. ἐν χερὶ σᾷ κομίζεις κόρους
  3. νεοτρεφεῖς; φράσον.
Ἰόλαος
  1. Ἡρακλέους οἵδʼ εἰσὶ παῖδες, ὦ ξένοι,
  2. ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι.
Χορός
  1. τί χρέος; ἢ λόγων πόλεος, ἔνεπέ μοι,
  2. μελόμενοι τυχεῖν;