Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- πέρσων Ἀθηνᾶς. ἀλλὰ τὴν ἐναντίαν
- δαίμων ἔθηκε, καὶ μετέστησεν τύχην.
- Ὕλλος μὲν οὖν ὅ τʼ ἐσθλὸς Ἰόλεως βρέτας
- Διὸς τροπαίου καλλίνικον ἵστασαν·
- ἐμοὶ δὲ πρὸς σὲ τόνδʼ ἐπιστέλλουσʼ ἄγειν,
- τέρψαι θέλοντες σὴν φρένʼ· ἐκ γὰρ εὐτυχοῦς
- ἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθʼ ὁρᾶν.
- ὦ μῖσος, ἥκεις; εἷλέ σʼ ἡ Δίκη χρόνῳ;
- πρῶτον μὲν οὖν μοι δεῦρʼ ἐπίστρεψον κάρα
- καὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίον
- ἐχθρούς· κρατῇ γὰρ νῦν γε κοὐ κρατεῖς ἔτι.
- ἐκεῖνος εἶ σύ — βούλομαι γὰρ εἰδέναι —
- ὃς πολλὰ μὲν τὸν ὄνθʼ ὅπου ’στὶ νῦν ἐμὸν