Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ναν λέγουσʼ ἐπίκουρον εἶ-
- ναι, καὶ τούσδε θεᾶς πόλις
- καὶ λαὸς ἔσωσε κείνας·
- ἔσχεν δʼ ὕβριν ἀνδρὸς ᾧ θυ-
- μὸς ἦν πρὸ δίκας βίαιος.
- μήποτʼ ἐμοὶ φρόνημα ψυ-
- χά τʼ ἀκόρεστος εἴη.
- δέσποινʼ, ὁρᾷς μέν, ἀλλʼ ὅμως εἰρήσεται,
- Εὐρυσθέα σοι τόνδʼ ἄγοντες ἥκομεν,
- ἄελπτον ὄψιν, τῷδέ τʼ οὐχ ἧσσον τύχην·
- οὐ γάρ ποτʼ ηὔχει χεῖρας ἵξεσθαι σέθεν,
- ὅτʼ ἐκ Μυκηνῶν πολυπόνῳ σὺν ἀσπίδι
- ἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλιν