Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. παῖδʼ ἠξίωσας, ὦ πανοῦργʼ, ἐφυβρίσαι;
  2. τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι;
  3. ὃς καὶ παρʼ Ἅιδην ζῶντά νιν κατήγαγες,
  4. ὕδρας λέοντάς τʼ ἐξαπολλύναι λέγων
  5. ἔπεμπες. ἄλλα δʼ οἷ’ ἐμηχανῶ κακὰ
  6. σιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι.
  7. κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον,
  8. ἀλλʼ ἐξ ἁπάσης κἀμὲ καὶ τέκνʼ Ἑλλάδος
  9. ἤλαυνες ἱκέτας δαιμόνων καθημένους,
  10. τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι.
  11. ἀλλʼ ηὗρες ἄνδρας καὶ πόλισμʼ ἐλεύθερον,
  12. οἵ σʼ οὐκ ἔδεισαν. δεῖ σε κατθανεῖν κακῶς,
  13. καὶ κερδανεῖς ἅπαντα· χρῆν γὰρ οὐχ ἅπαξ