Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα.
- Ἐμοὶ χορὸς μὲν ἡδύς, εἰ λίγεια λω-
- τοῦ χάρις ενι δαι·
- εἴη δʼ εὔχαρις Ἀφροδί-
- τα· τερπνὸν δέ τι καὶ φίλων ἆρʼ
- εὐτυχίαν ἰδέσθαι
- τῶν πάρος οὐ δοκούντων.
- πολλὰ γὰρ
- τίκτει Μοῖρα τελεσσιδώ-
- τειρʼ Αἰών τε Χρόνου παῖς.
- ἔχεις ὁδόν τινʼ, ὦ πόλις, δίκαιον — οὐ
- χρή ποτε τοῦδʼ ἀφέσθαι, —
- τιμᾶν θεούς· ὁ δὲ μή σε φά-
- σκων ἐγγὺς μανιῶν ἐλαύνει,
- δεικνυμένων ἐλέγχων
- τῶνδʼ· ἐπίσημα γάρ τοι
- θεὸς παραγ-
- γέλλει, τῶν ἀδίκων παραι-
- ρῶν φρονήματος αἰεί.
- ἔστιν ἐν οὐρανῷ βεβα-