Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- κὼς τεὸς γόνος, ὦ γεραι-
- ά· φεύγει λόγον ὡς τὸν Ἅι-
- δα δόμον κατέβα, πυρὸς
- δεινᾷ φλογὶ σῶμα δαισθείς·
- Ἥβας τʼ ἐρατὸν χροΐζει
- λέχος χρυσέαν κατʼ αὐλάν.
- ὦ Ὑμέναιε, δισσοὺς παῖ-
- δας Διὸς ἠξίωσας.
- συμφέρεται τὰ πολλὰ πολ-
- λοῖς· καὶ γὰρ πατρὶ τῶνδʼ Ἀθά-
- ναν λέγουσʼ ἐπίκουρον εἶ-
- ναι, καὶ τούσδε θεᾶς πόλις
- καὶ λαὸς ἔσωσε κείνας·
- ἔσχεν δʼ ὕβριν ἀνδρὸς ᾧ θυ-
- μὸς ἦν πρὸ δίκας βίαιος.
- μήποτʼ ἐμοὶ φρόνημα ψυ-
- χά τʼ ἀκόρεστος εἴη.
- δέσποινʼ, ὁρᾷς μέν, ἀλλʼ ὅμως εἰρήσεται,
- Εὐρυσθέα σοι τόνδʼ ἄγοντες ἥκομεν,
- ἄελπτον ὄψιν, τῷδέ τʼ οὐχ ἧσσον τύχην·