Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσʼ ἐγὼ
  2. θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς.
  3. ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων,
  4. ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου
  5. Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς
  6. ὄψεσθε, κλήρους δʼ ἐμβατεύσετε χθονὸς
  7. καὶ θεοῖς πατρῴοις θύσεθʼ, ὧν ἀπειργμένοι
  8. ξένοι πλανήτην εἴχετʼ ἄθλιον βίον.
  9. ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε
  10. Εὐρυσθέως ἐφείσαθʼ ὥστε μὴ κτανεῖν;
  11. λέξον· παρʼ ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε,
  12. ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην.
Θεράπων
  1. τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις
  2. κρατοῦντα καὶ σῇ δεσποτούμενον χερί.
  3. οὐ μὴν ἑκόντα γʼ αὐτόν, ἀλλὰ πρὸς βίαν
  4. ἔζευξʼ ἀνάγκῃ· καὶ γὰρ οὐκ ἐβούλετο
  5. ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην.
  6. ἀλλʼ, ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοι
  7. ὃ πρῶτον εἶπας, ἡνίκʼ ἠρχόμην λόγου,
  8. ἐλευθερώσειν μʼ· ἐν δὲ τοῖς τοιοῖσδε χρὴ