Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἠράσαθʼ Ἥβῃ Ζηνί θʼ, ἡμέραν μίαν
- νέος γενέσθαι κἀποτείσασθαι δίκην
- ἐχθρούς. κλύειν δὴ θαύματος πάρεστί σοι.
- δισσὼ γὰρ ἀστέρʼ ἱππικοῖς ἐπὶ ζυγοῖς
- σταθέντʼ ἔκρυψαν ἅρμα λυγαίῳ νέφει·
- σὸν δὴ λέγουσι παῖδά γʼ οἱ σοφώτεροι
- Ἥβην θʼ· ὃ δʼ ὄρφνης ἐκ δυσαιθρίου νέων
- βραχιόνων ἔδειξεν ἡβητὴν τύπον.
- αἱρεῖ δʼ ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέως
- τέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν,
- δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιον
- κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων
- τὸν ὄλβιον πάροιθε. τῇ δὲ νῦν τύχῃ
- βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν,
- τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν, πρὶν ἂν
- θανόντʼ ἴδῃ τις· ὡς ἐφήμεροι τύχαι.
- ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου
- ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.
- ὦ Ζεῦ, χρόνῳ μὲν τἄμ’ ἐπεσκέψω κακά,
- χάριν δʼ ὅμως σοι τῶν πεπραγμένων ἔχω·