Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην,
- πόσον τινʼ αὐχεῖς πάταγον ἀσπίδων βρέμειν,
- πόσον τινὰ στεναγμὸν οἰμωγήν θʼ ὁμοῦ;
- τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς
- ἐρρήξαθʼ ἡμᾶς· εἶτʼ ἐχώρησαν πάλιν.
- τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί,
- ἀνὴρ δʼ ἐπʼ ἀνδρὶ στάς, ἐκαρτέρει μάχη·
- πολλοὶ δʼ ἔπιπτον. ἦν δὲ τοῦ κελεύματος·
- Ὦ τὰς Ἀθήνας — Ὦ τὸν Ἀργείων γύην
- σπείροντες — οὐκ ἀρήξετʼ αἰσχύνην πόλει;
- μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων
- ἐτρεψάμεσθʼ Ἀργεῖον ἐς φυγὴν δόρυ.
- κἀνταῦθʼ ὁ πρέσβυς Ὕλλον ἐξορμώμενον
- ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν
- Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον.
- λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως
- πώλοις ἐπεῖχε. τἀπὸ τοῦδʼ ἤδη κλύων
- λέγοιμʼ ἂν ἄλλων, δεῦρο δʼ αὐτὸς εἰσιδών.
- Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον
- δίας Ἀθάνας, ἅρμʼ ἰδὼν Εὐρυσθέως,