Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πόλει τʼ ὄνειδος καὶ θεῶν ἀτιμία.
Χορός
  1.  — ἔα ἔα· τίς ἡ βοὴ βωμοῦ πέλας
  2. ἕστηκε; ποίαν συμφορὰν δείξει τάχα;
Χορός
  1.  — ἴδετε τὸν γέροντʼ ἀμαλὸν ἐπὶ πέδῳ
  2. χύμενον· ὦ τάλας.
  3. ---
  4.  — πρὸς τοῦ ποτʼ ἐν γῇ πτῶμα δύστηνον πίτνεις;
Ἰόλαος
  1. ὅδʼ, ὦ ξένοι, με σοὺς ἀτιμάζων θεοὺς
  2. ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων.
Χορός
  1. σὺ δʼ ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν
  2. ξύνοικον ἦλθες λαόν; ἢ πέρα-
  3. θεν ἁλίῳ πλάτᾳ
  4. κατέχετʼ ἐκλιπόντες Εὐβοῖδʼ ἀκτάν;