Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- στρατὸς δʼ ἐπῄνεσ’, ἔς τʼ ἀπαλλαγὰς πόνων
- καλῶς λελέχθαι μῦθον ἔς τʼ εὐψυχίαν.
- ὃ δʼ οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων
- οὔτʼ αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν
- ἐλθεῖν ἐτόλμησʼ ἐγγὺς ἀλκίμου δορός,
- ἀλλʼ ἦν κάκιστος· εἶτα τοιοῦτος γεγὼς
- τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους.
- Ὕλλος μὲν οὖν ἀπῴχετ’ ἐς τάξιν πάλιν·
- μάντεις δʼ, ἐπειδὴ μονομάχου διʼ ἀσπίδος
- διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας,
- ἔσφαζον, οὐκ ἔμελλον, ἀλλʼ ἀφίεσαν
- λαιμῶν βροτείων εὐθὺς οὔριον φόνον.
- οἳ δʼ ἅρματʼ εἰσέβαινον, οἳ δʼ ὑπʼ ἀσπίδων
- πλευροῖς ἔκρυπτον πλεύρʼ· Ἀθηναίων δʼ ἄναξ
- στρατῷ παρήγγελλ’ οἷα χρὴ τὸν εὐγενῆ·
- Ὦ ξυμπολῖται, τῇ τε βοσκούσῃ χθονὶ
- καὶ τῇ τεκούσῃ νῦν τινʼ ἀρκέσαι χρεών.
- ὃ δʼ αὖ τό τʼ Ἄργος μὴ καταισχῦναι θέλειν
- καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο.
- ἐπεὶ δʼ ἐσήμηνʼ ὄρθιον Τυρσηνικῇ