Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐπεὶ δʼ ἐσήμηνʼ ὄρθιον Τυρσηνικῇ
  2. σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην,
  3. πόσον τινʼ αὐχεῖς πάταγον ἀσπίδων βρέμειν,
  4. πόσον τινὰ στεναγμὸν οἰμωγήν θʼ ὁμοῦ;
  5. τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς
  6. ἐρρήξαθʼ ἡμᾶς· εἶτʼ ἐχώρησαν πάλιν.
  7. τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί,
  8. ἀνὴρ δʼ ἐπʼ ἀνδρὶ στάς, ἐκαρτέρει μάχη·
  9. πολλοὶ δʼ ἔπιπτον. ἦν δὲ τοῦ κελεύματος·
  10. Ὦ τὰς Ἀθήνας — Ὦ τὸν Ἀργείων γύην
  11. σπείροντες — οὐκ ἀρήξετʼ αἰσχύνην πόλει;
  12. μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων
  13. ἐτρεψάμεσθʼ Ἀργεῖον ἐς φυγὴν δόρυ.