Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους.
  2. Ὕλλος μὲν οὖν ἀπῴχετ’ ἐς τάξιν πάλιν·
  3. μάντεις δʼ, ἐπειδὴ μονομάχου διʼ ἀσπίδος
  4. διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας,
  5. ἔσφαζον, οὐκ ἔμελλον, ἀλλʼ ἀφίεσαν
  6. λαιμῶν βροτείων εὐθὺς οὔριον φόνον.
  7. οἳ δʼ ἅρματʼ εἰσέβαινον, οἳ δʼ ὑπʼ ἀσπίδων
  8. πλευροῖς ἔκρυπτον πλεύρʼ· Ἀθηναίων δʼ ἄναξ
  9. στρατῷ παρήγγελλ’ οἷα χρὴ τὸν εὐγενῆ·
  10. Ὦ ξυμπολῖται, τῇ τε βοσκούσῃ χθονὶ
  11. καὶ τῇ τεκούσῃ νῦν τινʼ ἀρκέσαι χρεών.
  12. ὃ δʼ αὖ τό τʼ Ἄργος μὴ καταισχῦναι θέλειν
  13. καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο.