Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. κἀνταῦθʼ ὁ πρέσβυς Ὕλλον ἐξορμώμενον
  2. ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν
  3. Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον.
  4. λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως
  5. πώλοις ἐπεῖχε. τἀπὸ τοῦδʼ ἤδη κλύων
  6. λέγοιμʼ ἂν ἄλλων, δεῦρο δʼ αὐτὸς εἰσιδών.
  7. Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον
  8. δίας Ἀθάνας, ἅρμʼ ἰδὼν Εὐρυσθέως,
  9. ἠράσαθʼ Ἥβῃ Ζηνί θʼ, ἡμέραν μίαν
  10. νέος γενέσθαι κἀποτείσασθαι δίκην
  11. ἐχθρούς. κλύειν δὴ θαύματος πάρεστί σοι.
  12. δισσὼ γὰρ ἀστέρʼ ἱππικοῖς ἐπὶ ζυγοῖς
  13. σταθέντʼ ἔκρυψαν ἅρμα λυγαίῳ νέφει·