Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ---
  2. ---
  3. καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσῃ κακὸν
  4. ἀνδρὸς στερήσας· ἀλλʼ ἐμοὶ μόνος μόνῳ
  5. μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν
  6. τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ
  7. τιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες.
  8. στρατὸς δʼ ἐπῄνεσ’, ἔς τʼ ἀπαλλαγὰς πόνων
  9. καλῶς λελέχθαι μῦθον ἔς τʼ εὐψυχίαν.
  10. ὃ δʼ οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων
  11. οὔτʼ αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν
  12. ἐλθεῖν ἐτόλμησʼ ἐγγὺς ἀλκίμου δορός,
  13. ἀλλʼ ἦν κάκιστος· εἶτα τοιοῦτος γεγὼς