Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὁ μὲν γέρων οὐκ ἔστιν Ἰόλεως ὅδε;
Θεράπων
  1. μάλιστα, πράξας δʼ ἐκ θεῶν κάλλιστα δή.
Ἀλκμήνη
  1. τί δʼ ἔστι; μῶν τι κεδνὸν ἠγωνίζετο;
Θεράπων
  1. νέος μεθέστηκʼ ἐκ γέροντος αὖθις αὖ.
Ἀλκμήνη
  1. θαυμάστʼ ἔλεξας· ἀλλά σʼ εὐτυχῆ φίλων
  2. μάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω.
Θεράπων
  1. εἷς μου λόγος σοι πάντα σημανεῖ τάδε.
  2. ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸν
  3. κατὰ στόμʼ ἐκτείνοντες ἀντετάξαμεν,
  4. ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδα
  5. ἔστη μέσοισιν ἐν μεταιχμίοις δορός.
  6. κἄπειτ’ ἔλεξεν· Ὦ στρατήγʼ ὃς Ἀργόθεν
  7. ἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμεν
  8. ---
  9. ---
  10. καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσῃ κακὸν
  11. ἀνδρὸς στερήσας· ἀλλʼ ἐμοὶ μόνος μόνῳ
  12. μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν
  13. τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ
  14. τιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες.