Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πόρευσον ἄλλᾳ τὸν οὐ δικαίως
  2. τᾷδʼ ἐπάγοντα δορυσσοῦν
  3. στρατὸν Ἀργόθεν· οὐ γὰρ ἐμᾷ γʼ ἀρετᾷ
  4. δίκαιός εἰμʼ ἐκπεσεῖν μελάθρων.
Χορός
  1. ἐπεί σοι πολύθυτος ἀεὶ
  2. τιμὰ κραίνεται, οὐδὲ λά-
  3. θει μηνῶν φθινὰς ἁμέρα,
  4. νέων τʼ ἀοιδαὶ χορῶν τε μολπαί.
  5. ἀνεμόεντι δʼ ἐπʼ ὄχθῳ
  6. ὀλολύγματα παννυχίοις ὑπὸ παρ-
  7. θένων ἰαχεῖ ποδῶν κρότοισιν.
Θεράπων
  1. δέσποινα, μύθους σοί τε συντομωτάτους
  2. κλύειν ἐμοί τε τῷδε καλλίστους φέρω.
  3. νικῶμεν ἐχθροὺς καὶ τροπαῖʼ ἱδρύεται
  4. παντευχίαν ἔχοντα πολεμίων σέθεν.
Ἀλκμήνη
  1. ὦ φίλταθʼ, ἥδε σʼ ἡμέρα διήλασεν
  2. ἐλευθερῶσαι τοῖσδε τοῖς ἀγγέλμασιν.
  3. μιᾶς δʼ ἔμʼ οὔπω συμφορᾶς ἐλευθεροῖς·
  4. φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω.
Θεράπων
  1. ζῶσιν μέγιστόν γʼ εὐκλεεῖς κατὰ στρατόν.