Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη.
- οὐ δῆτʼ, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ,
- ἐλευθέρα τε γαῖʼ ἐν ᾗ βεβήκαμεν.
- βούλῃ πόνον μοι τῇδε προσθεῖναι χερί;
- οὔτοι βίᾳ γέ μʼ οὐδὲ τούσδʼ ἄξεις λαβών.
- γνώσῃ σύ· μάντις δʼ ἦσθʼ ἄρʼ οὐ καλὸς τάδε.
- οὐκ ἂν γένοιτο τοῦτʼ ἐμοῦ ζῶντός ποτε.
- ἄπαιρʼ· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέλῃς,
- ἄξω νομίζων, οὗπέρ εἰσʼ, Εὐρυσθέως.
- ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον,
- ἀμύνεθʼ· ἱκέται δʼ ὄντες ἀγοραίου Διὸς
- βιαζόμεσθα καὶ στέφη μιαίνεται —
- πόλει τʼ ὄνειδος καὶ θεῶν ἀτιμία.
- — ἔα ἔα· τίς ἡ βοὴ βωμοῦ πέλας
- ἕστηκε; ποίαν συμφορὰν δείξει τάχα;
- — ἴδετε τὸν γέροντʼ ἀμαλὸν ἐπὶ πέδῳ
- χύμενον· ὦ τάλας.
- ---
- — πρὸς τοῦ ποτʼ ἐν γῇ πτῶμα δύστηνον πίτνεις;
- ὅδʼ, ὦ ξένοι, με σοὺς ἀτιμάζων θεοὺς