Heracleidae
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- καὶ παρὰ θρόνον ἀρχέταν
- γλαυκᾶς ἐν Ἀθάνας.
- μέλλω τᾶς πατριώτιδος
- γᾶς, μέλλω καὶ ὑπὲρ δόμων
- ἱκέτας ὑποδεχθεὶς
- κίνδυνον πολιῷ τεμεῖν σιδάρῳ.
- δεινὸν μὲν πόλιν ὡς Μυκή-
- νας εὐδαίμονα καὶ δορὸς
- πολυαίνετον ἀλκᾷ
- μῆνιν ἐμᾷ χθονὶ κεύθειν·
- κακὸν δʼ, ὦ πόλις, εἰ ξένους
- ἱκτῆρας παραδώσομεν
- κελεύμασιν Ἄργους.
- Ζεύς μοι σύμμαχος, οὐ φοβοῦ-
- μαι, Ζεύς μοι χάριν ἐνδίκως
- ἔχει· οὔποτε θνατῶν
- ἥσσους δαίμονες ἔκ γʼ ἐμοῦ φανοῦνται.
- ἀλλʼ, ὦ πότνια — σὸν γὰρ οὖ-
- δας γᾶς, σὸν καὶ πόλις, ἇς σὺ μά-
- τηρ δέσποινά τε καὶ φύλαξ —