Heracleidae

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. οὔκουν ὁρᾷς μου κῶλον ὡς ἐπείγεται;
Θεράπων
  1. ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε.
Ἰόλαος
  1. οὐ ταῦτα λέξεις, ἡνίκʼ ἂν λεύσσῃς μʼ ἐκεῖ.
Θεράπων
  1. τί δρῶντα; βουλοίμην δʼ ἂν εὐτυχοῦντά γε.
Ἰόλαος
  1. διʼ ἀσπίδος θείνοντα πολεμίων τινά.
Θεράπων
  1. εἰ δή ποθʼ ἥξομέν γε· τοῦτο γὰρ φόβος.
Ἰόλαος
  1. φεῦ·
  2. εἴθʼ, ὦ βραχίων, οἷον ἡβήσαντά σε
  3. μεμνήμεθʼ ἡμεῖς, ἡνίκα ξὺν Ἡρακλεῖ
  4. Σπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοι
  5. τοιοῦτος· οἵαν ἂν τροπὴν Εὐρυσθέως
  6. θείμην· ἐπεί τοι καὶ κακὸς μένειν δόρυ.
  7. ἔστιν δʼ ἐν ὄλβῳ καὶ τόδʼ οὐκ ὀρθῶς ἔχον,
  8. εὐψυχίας δόκησις· οἰόμεσθα γὰρ
  9. τὸν εὐτυχοῦντα πάντʼ ἐπίστασθαι καλῶς.
Χορός
  1. Γᾶ καὶ παννύχιος σελά-
  2. να καὶ λαμπρόταται θεοῦ
  3. φαεσίμβροτοι αὐγαί,
  4. ἀγγελίαν μοι ἐνέγκαιτʼ·
  5. ἰαχήσατε δʼ οὐρανῷ